Κυριακή Ε’ Λουκᾶ

     Εὐαγγελικό κείμενο

     ιστ΄ 19 - 31

     Εἶπεν ὁ Κύριος· Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον  εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. 20 Πτωχὸς δέ τις ἦν ὀνόματι  Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21 καὶ ἐπιθυμῶν  χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ  οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν  τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε  δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς  αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις  αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον  Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν  μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπε δὲ Ἀβραάμ· τέκνον,  μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά·  νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· 26 καὶ ἐπὶ πᾶσι τούτοις  μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς  ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπε δέ·  ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· 28 ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς  τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ  τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ,  ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. 31 Εἶπε  δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν  ἀναστῇ πεισθήσονται.

Δεῖτε βίντεο ΕΔΩ

Κηρύγματα Κυριακῆς Ε’ Λουκᾶ

Ἡ παραβολή τοῦ πλούσιου καί τοῦ Λαζάρου

2015-10-31 13:50
     1. Χωρὶς ἀνθρωπιὰ    Ἡ παραβολὴ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου ποὺ ἀναγινώσκε­ται στὴ σημε­ρινὴ εὐαγγελικὴ περικο­πὴ φέρνει στὸ προσκήνιο τὸ διαχρονικὸ πρόβλημα τοῦ πλούτου καὶ τῆς φτώχειας. Παρουσιάζει μὲ τρόπο ἔντονα τραγικὸ τὴν κοινωνικὴ...

Κυριακή Ε' Λουκᾶ

2015-10-26 13:43
     Ἡ Εὐαγγελική διήγηση γιά τόν πλούσιο καί τόν φτωχό Λάζαρο πού μᾶς διασώζει ὁ εὐαγγελιστής Λουκᾶς , εἶναι ἀποκαλυπτική γιά τό τί ζητᾶ ὁ Χριστός ἀπό τόν ἄνθρωπο κάθε ἐποχῆς. Ὁ Χριστός λοιπόν δέν ζητᾶ ἁπλῶς τήν τήρηση βασικῶν ἐντολῶν ἀλλά πρώτιστα τήν πλήρη ἀποδέσμευση τοῦ...

Πλούσιος καί φτωχός Λάζαρος

2015-10-26 13:19
     Σήμερα ἀδελφοί μου ἀκούσαμε τήν γνωστή παραβολή τοῦ πλουσίου καί φτωχοῦ Λαζάρου. Τά γεγονότα γνωστά. Θά ἐπιμείνω μόνο σέ αὐτό τό σημεῖο. Στό σημεῖο δηλαδή πού ὁ πλούσιος βρισκόμενος ἐν τῷ ἅδη...ὑπάρχων ἐν βασάνοις, βλέπει ἄν καί τούς χωρίζει χάσμα μέγα, τόν Ἀβραάμ καί τόν...

Ὁ πλούσιος καί ὁ φτωχός Λάζαρος

2014-10-12 20:53
     Λουκ. 16, 19-31     Τήν εἰκόνα δύο ἀνθρώπων διαμετρικά ἀντίθετών μας παρουσιάζει σήμερα ὁ Χριστός, μέσα ἀπό τήν παραβολή τοῦ εὐαγγελίου τοῦ Λουκᾶ: ἑνός πλουσίου, ὁ ὁποῖος ζοῦσε στήν πολυτέλεια καί τήν καθημερινή ἀπόλαυση, καί τοῦ φτωχοῦ Λαζάρου, πού...

Παραβολή Πλουσίου καί φτωχοῦ Λαζάρου

2014-10-12 20:33
Ὁ πλοῦτος καταστρέφει     Ὁ πλούσιος της Παραβολῆς τοῦ σημερινοῦ Εὐαγγελίου φοροῦσε πανάκριβα ἀρχοντικά ἐνδύματα καί διασκέδαζε κάθε τόσο μέ πλούσια συμπόσια. Οὔτε πού νοιαζόταν καθώς ἔβλεπε στήν ἐξώπορτά του ἐκεῖνον τόν φτωχό Λάζαρο παραπεταμένο καί γεμάτο πληγές. Πόσο ὑπέφερε...