Κυριακή ΙΔ’ Λουκᾶ

001

     Εὐαγγελικό κείμενο

     ιη΄ 35 - 43

     Τῷ  καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν Ἰησοῦν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο  παρὰ τὴν ὁδὸν προσαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου  ἐπυνθάνετο τί εἴη ταῦτα. 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος  παρέρχεται. 38 καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον  ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν  αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν 41 λέγων· Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ  Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 43 καὶ  παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν  ἔδωκεν αἶνον τῷ Θεῷ.

Κήρύγματα Κυριακῆς ΙΔ’ Λουκᾶ

Κυριακή Ιδ’ Λουκᾶ

2015-11-15 15:13
     Ἡ σημερινή εὐαγγελικὴ περικοπὴ μᾶς ὑπενθυμίζει ἕνα ἀπὸ τὰ περιστατικὰ, ποὺ ἀναφέρονται στὴν πορεία τοῦ Χριστοῦ στὰ Ἱεροσόλυμα. Ἀνεβαίνοντας, λοιπὸν, γιὰ τὴν Ἱερουσαλὴμ, ἔπρεπε νὰ περάσει ἀπὸ τὴν Ἱεριχῶ. Ἔξω ἀπὸ αὐτὴν τὴν πόλη εἶχε καθίσει κάποιος τυφλός, ζητώντας τὴν...

Κυριακή ΙΔ΄ Λουκᾶ

2015-07-11 12:34
     «Ἠκολούθει αὐτῷ δοξάζων τόν Θεόν· καί πᾶς ὁ λαός ἰδών ἒδωκεν αἶνον τῷ Θεῷ».     Ἡ θέση τοῦ τυφλοῦ της σημερινῆς εὐαγγελικῆς περικοπῆς ἦταν τραγική. Ἡ θλίψη τοῦ βαριά. Ζοῦσε μέσα σ' ἕνα ἀδιαπέραστο σκοτάδι. Παντοῦ καί πάντοτε νύκτα. Ὅλα γύρω του εἶχαν...