Κυριακή Η’ Λουκᾶ

     Εὐαγγελικό κείμενο

     ι΄ 25 - 37

     Τῷ  καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε,  τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ  νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν·  Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου  καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς  σεαυτόν· 28 εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. 29 ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου  πλησίον; 30 ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ  Ἱερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ  πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. 31 κατὰ  συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν  ἀντιπαρῆλθεν. 32 ὁμοίως δὲ καὶ Λευῒτης γενόμενος κατὰ τὸν τόπον,  ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ'  αὐτὸν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησε τὰ  τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος  ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· 35 καὶ ἐπὶ τὴν  αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ·  ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω  σοι. 36 τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ  ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ'  αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

Κηρύγματα Κυριακῆς Η’ Λουκᾶ

Ἡ παραβολή τοῦ καλοῦ Σαμαρείτη

2015-11-11 21:15
1. Εἶναι δική μας ἡ εὐκαιρία τῆς ἀγάπης    Ρωτοῦν πολλοί: ­Γιατί νὰ ὑπάρχει τόση ­δυστυχία στὸν κόσμο; Για­τί ἀφήνει ὁ Θεὸς ἀ-­θῶα παιδιὰ νὰ πεθαίνουν ἀπὸ τὴν ­πείνα καὶ τὶς ἀρρώστιες;... Εὔλογα ἀκούγονται τὰ ἐρωτήματα αὐτὰ καὶ κάπο­τε φθάνουν στὸ...

Κυριακή τοῦ καλοῦ Σαμαρείτη

2014-10-17 11:28
     Ἡ παραβολή τοῦ καλοῦ Σαμαρείτη, πού μᾶς διηγήθηκε σήμερα ὁ Εὐαγγελιστής Λουκᾶς, εἶναι ἀπό τίς πλέον γνωστές. Μᾶς μιλᾶ γιά τόν ἕναν Ἰουδαῖο πού στό δρόμο τοῦ ἔπεσε πάνω σέ ληστές, οἱ ὁποῖοι ἀφοῦ τόν καταλήστεψαν τόν ἔδειραν προξενώντας τοῦ θανάσιμες πληγές. Ὡστόσο, οὔτε οἱ...

Ὁ καλός Σαμαρείτης

2014-10-17 11:20
Οἱ «ἄνθρωποι τοῦ Θεοῦ»     -Διδάσκαλε, τί πρέπει νά κάνω γιά νά κληρονομήσω τήν αἰώνια ζωή; ρώτησε κάποτε ἕνας νομοδιδάσκαλος τόν Κύριο θέλοντας νά Τόν παγιδεύσει. Κι Ἐκεῖνος τόν παρέπεμψε στίς ἐντολές τοῦ Μωσαϊκοῦ Νόμου. Τότε ὁ νομοδιδάσκαλος ἀνέφερε τίς δύο βασικότερες ἐντολές...