Ἀπολυτίκια Ἱεροῦ Ναοῦ

Ἀπολυτίκιο Ἁγίου Νικολάου τοῦ ἐν Βουνένοις

Ἦχος δ΄ . Ὡς τῶν αἰχμαλώτων.

Ὡς τῶν νοσούντων ὁ ἄμισθος ἰατρὸς  καὶ τῶν ἐν κινδύνοις ἀπροσμάχιτος βοηθός, θλιβομένων τὲ θερμὸς ὑπερασπιστὴς καὶ τῶν ἐν παντοίαις ἀνάγκες ὑπέρμαχος· Ὁσιομάρτυς ἐξ ἐώας Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῶ σωθῆναι τὰς ψυχᾶς ἠμῶν.

Ἀπολυτίκιον Παναγίας Σουμελᾶ

χος α. Τς ρήμου πολίτης.
Σουμελᾶ ἐκ τοῦ ὄρους τοῦ ἐν Πόντῳ Πανύμνητε, ἡ ἁγία Εἰκών σου ὥσπερ θεῖον κειμήλιον, εἰς Βέρμιον μετήχθη εὐλαβῶς, πηγάζουσα ἡμῖν ἁγιασμόν· οἱ προσπίπτοντες Παρθένε πανευσεβῶς, ἀπό ψυχῆς βοῶμέν σοι· δόξα τῇ παρθενίᾳ σου Ἁγνή, δόξα τοῖς μεγαλείοις σου, δόξα τῇ πρός ἡμᾶς σου χρηστότητι, Δέσποινα.

Ἀπολυτίκιον Ἁγίου Μύρωνος τοῦ θαυματουργοῦ

Ἦχος γ' Θείας πίστεως

Μέγας ἥλιος, ἐν Κρήτῃ ὢφθης, τοῖς σοῖς θαύμασι, πάντας πυρσεύων, Πάτερ Μύρων Ἱεράρχα πανθαύμαστε. Ὡς οὖν τό ῥεῖθρον τοῦ Τρίτωνος ἒστησας, καί τόν ὀλέθριον δράκοντα ἒκτεινας, οὕτως Ἅγιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἒλεος.

Ἀπολυτίκιον Ἁγίου Γεωργίου τοῦ Καρσλίδη

χος πλ. α'. Τν συνάναρχον Λόγον.

Ἀναλήψεως μάνδρας σεπτῆς δομήτορα, χαροποιοῦ πένθους μύστην, καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις, Γεώργιον, πιστοί, ὥσπερ ὁμολογητῶν, τιμήσωμεν νέον εὖχος, βοῶντες, φρούρει θεόθεν, σημειοφόρε, τοὺς ἰκέτας σου.

Ἀπολυτίκιον Ἁγίου Βλασίου τοῦ Ἀκαρνάνος καὶ τῶν σὺν αὐτῷ

Ἦχος α'  Τῆς ἐρήμου πολίτης

     Ἀκαρνάνος Βλασίου ἡγουμένου δοξάσωμεν καὶ συναθλητῶν πενταρίθμων μοναζόντων τὰ τρόπαια˙ οὖς ξίφος ἐν ἡμέρᾳ Κυριακῇ ἀπέτεμεν δεινῶν Ἀγαρηνῶν˙ ἐν Σκλαβαίνοις ἔνθα ἄρτι ἐμφανισθεῖς τὸν τάφον τούτου ἔδειξεν˙ χαίροις ἱερομάρτυς τοῦ Χριστοῦ, χαίροις βλαστὲ τῆς πίστεως, χαίροις ὁ θαυμαστώσας ἐπὶ γὴς Θεοῦ τὸ μέγα ὄνομα.