Κυριακή Ι’ Ματθαίου

 

Εὐαγγελικό κείμενο

ιζ΄ 14 - 23

     Τῷ  καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθεν τῷ Ἰησοῦ, γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει·  πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ  προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι  μεθ' ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ  ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ  παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ  κατ' ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ  Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν  ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ  μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 τοῦτο δὲ τὸ γένος οὐκ  ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22 Ἀναστρεφομένων δὲ αὐτῶν  εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι  εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ  ἐγερθήσεται.

Κηρύγματα Κυριακῆς Ι' Ματθαίου

Κυριακή Ι' Ματθαίου

2015-08-08 10:05
     Ἕνα ἀκόμα θαῦμα τοῦ Χριστοῦ μᾶς περιγράφει σήμερα ὁ Εὐαγγελιστής Ματθαῖος, τό ὁποῖο ὑπογραμμίζει,πέρα ἀπό τή σημασία τῆς πίστεως, καί τήν ἀξία τῆς προσευχῆς καί τῆς ἀσκήσεως γιά τήν πνευματική μας ζωή. Πλησίασε, μᾶς λέει ἡ σημερινή περικοπή, ἕνας ἄνθρωπος τόν Ἰησοῦ, καί...

Κήρυγμα Κυριακῆς Ι' Ματθαίου

2014-08-18 11:32
     Μπροστά σέ ἕνα ἀνθρώπινο δράμα βρίσκεται ὁ Κύριός μας, ἀδελφοί μου Χριστιανοί, ὅπως διηγεῖται τό σημερινό Εὐαγγελικό ἀνάγνωσμα. Ἕνας τραγικός πατέρας πλησιάζει καί Τόν παρακαλεῖ νά θεραπεύσει τό παιδί του, τό ὁποῖο ὑποφέρει, εὑρισκόμενο ὑπό τήν ἐπήρεια δαιμονικῶν...