Κυριακή ΙΔ’ Ματθαίου

     Εὐαγγελικό Κείμενο    

     Ματθ. κβ΄ 2 - 14

     Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ  βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. 3 καὶ ἀπέστειλε τοὺς  δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις·  ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα  ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν  εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ  κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7 ἀκούσας δὲ ὁ  βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς  ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. 8 τότε λέγει τοῖς δούλοις  αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς  γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον  πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ  ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς  εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 13 τότε εἶπεν ὁ  βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ  ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν  ὀδόντων. 14 πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.

Κηρύγματα Κυριακῆς ΙΔ’ Ματθαίου

ΘΕΙΑ ΔΙΚΗ

2015-09-05 11:09
     Ποιά δίκη; Ἡ σημερινή καταδίκη. Ἡ δίκη καί καταδίκη τῶν προσκεκλημένων τῆς παραβολῆς τοῦ σημερινοῦ Εὐαγγελίου. Ὁ βασιλιάς τῆς παραβολῆς τούς κάλεσε στούς γάμους τοῦ υἱοῦ του. Ἦταν ὑψίστη γι' αὐτούς ἡ τιμή, μεγίστη ἡ εὐτυχία. Καί ἔπρεπε νά σπεύσουν∙ νά ἑτοιμασθοῦν καί νά...

Κυριακή Ιδ' Ματθαίου

2015-07-11 12:49
(Ματθ. ιλ´ 14-23)«οὐκ ἤθελον ἐλθεῖν»     Ἀντιθέτως, ἀδελφοί μου, ἀπὸ τὶς προσδοκίες τοῦ βασιλέως, οἱ προσκεκλημένοι στοὺς γάμους ἔχουν κάνει ἄλλες ἐπιλογές. Ἄλλοι τρέπονται σὲ ἀγροτικὲς ἀσχολίες, ἄλλοι προσβάλλουν εὐθέως αὐτὸν ποὺ τοὺς κάλεσε κακοποιῶντας τοὺς ὑπηρέτες ποὺ τοὺς...