Κυριακή Θ’ Ματθαίου

     Εὐαγγελικό κείμενο

      ιδ΄ 22 - 34

     Τῷ  καιρῷ ἐκείνῳ ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ  προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ  ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. ὀψίας δὲ  γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν,  βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ  δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 καὶ ἰδόντες αὐτὸν οἱ δὲ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα  ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ  ἐλθεῖν ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου  ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων  δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων·  Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο  αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; 32 καὶ ἐμβάντων  αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες  προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες  ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Κηρύγματα Κυριακῆς Θ’ Ματθαίου

Κυριακή Θ' Ματθαίου

2014-08-05 08:40
      Ματθ. 14, 22-34     Τά Εὐαγγελικά ἀναγνώσματα πού ἀκοῦμε τίς Κυριακές του καλοκαιριοῦ, ἀπό τήν Κυριακή τῶν Ἁγίων Πάντων μέχρι καί τά μέσα Σεπτεμβρίου, προέρχονται ἀπό τό κατά Ματθαῖον Εὐαγγέλιο καί μᾶς διηγοῦνται διάφορα θαύματα πού τέλεσε ὁ...

ΚΥΡΙΑΚΗ Θ΄ ΜΑΤΘΑΙΟΥ

2014-08-05 08:19
     (Ματθ. ΙΔ΄, 22 - 34)     Τά πλήθη εἶχαν χορτάσει ἀπό τό καταπληκτικό θαῦμα τοῦ πολλαπλασιασμοῦ τῶν πέντε ἄρτων καί δύο ἰχθύων, καί τώρα ζητοῦσαν νά κάνουν βασιλέα τούς τό μεγάλο Ραββί. Ὁ ἐνθουσιασμός ἦταν τόσο ἰσχυρός, ὥστε ἄρχισαν νά ἐπηρρεάζονται ἀκόμα...